Nextdeal newsroom, 3/7/2024 - 16:30 facebook twitter linkedin Απόστολος Παύλος:Ὕμνος τῆς Ἀγάπης! Nextdeal newsroom, 3/7/2024 facebook twitter linkedin Πρόσφατα στις 29 Ιουνίου η Εκκλησία μας τίμησε τη μνήμη του Αποστόλου Παύλου. Με αφορμή τη σημαντική αυτή γιορτή το nextdeal.gr δημοσιεύει τον Ύμνο της Αγάπης. Διαβάστε προσεκτικά τι πραγματικά σημαίνει η λέξη αγάπη. Α´ ἐπιστολὴ Παύλου πρὸς Κορινθίους (ιβ´ 27 - ιγ´ 13) Ἀδελφοὶ, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὔς μὲν ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι;ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὀδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ άγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις καταργηθήσεται. ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθη τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμουν· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ έπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ άγάπη. Ακολουθήστε το Nextdeal.gr στο Google News .
Ιστορική στιγμή για την Άρτα: Η πόλη υποδέχθηκε τον Οικουμενικό Πατριάρχη Βαρθολομαίο Ιστορική στιγμή για την πόλη της Άρτας αποτέλεσε η επίσημη έλευση και υποδοχή της Α.Θ.Π. του Οικουμενικού Πατριάρχη Κωνσταντινουπόλεως κ.κ... Nextdeal newsroom, 01/07/2024 - 16:59 1/7/2024
Ηλίας Προβόπουλος: Ένα «θαύμα» στα Μετέωρα Τα καλά νέα από τα Μετέωρα μας τα στέλνει ο Δημήτρης Βαβύλης, βιολόγος ο οποίος έχει αφιερωθεί εδώ και χρόνια... Ηλίας Προβόπουλος, 28/06/2024 - 09:13 28/6/2024